The text of the Sketch of Geography

ἈΓΑΘΗΜΕΡΟΥ ΤΟΥ ὌΡΘΩΝΟΣ ΓΕΩΓΡΑΦίΑΣ ὙΠΟΤύΠΩΣΙΣ

1
1

(i.e. Περὶ τῆς τῶν παλαιῶν γεωγραφίας)

Ἀναξίμανδρος ὁ Μιλήσιος, ἀκουστὴς Θάλεω, πρῶτος ἐτόλμησε τὴν οἰκουμένην ἐν πίνακι γράψαι· μεθ᾿ ὅν Ἑκαταῖος ὁ Μιλήσιος, ἀνὴρ πολυπλανὴς, διηκρίβωσεν ὥστε θαυμασθῆναι τὸ πρᾶγμα· Ἑλλάνικος γὰρ ὁ Λέσβιος, ἀνὴρ πολυίστωρ, ἀπλάστως παρέδωκε τὴν ἱστορίαν.

εἶτα Δαμάστης ὁ Σιγειεὺς τὰ πλεῖστα ἐκ τῶν Ἑκαταίου μεταγράψας περίπλουν ἔγραψεν· ἑξῆς Δημόκριτος καὶ Εὔδοξος καὶ ἄλλοι τινὲς γῆς περιόδους καὶ περίπλους ἐπραγματεύσαντο.

2

Οἱ μὲν οὖν παλαιοὶ τὴν οἰκουμένην ἔγραφον στρογγύλην, μέσην δὲ κεῖσθαι τὴν Ἑλλάδα, καὶ ταύτης Δελφούς· τὸν ὀμφαλὸν γὰρ ἔχειν τῆς γῆς. πρῶτος δὲ Δημόκριτος, πολύπειρος ἀνὴρ, συνεῖδεν, ὅτι προμήκης ἐστὶν ἡ γῆ, ἡμιόλιον τὸ μῆκος τοῦ πλάτους ἔχουσα· συνῄνεσε τούτῳ καὶ Δικαίαρχος ὁ Περιπατητικός· Εὔδοξος δὲ τὸ μῆκος διπλοῦν τοῦ πλάτους, ὁ δὲ Ἐρατοσθένης πλεῖον τοῦ διπλοῦ· Κράτης δὲ ὡς ἡμικύκλιον, Ἵππαρχος δὲ τραπεζοειδῆ, ἄλλοι οὐροειδῆ, Ποσειδώνιος δὲ ὁ Στωϊκὸς σφενδονοειδῆ καὶ μεσόπλατον ἀπὸ νότου εἰς βορρᾶν, στενὴν δὲ πρὸς ἕω καὶ δύσιν, τὰ πρὸς εὖρον δ᾿ ὅμως πλατύτερα <τὰ> πρὸς τὴν Ἰνδικήν.

3

Ὅροι ἠπείρων· Εὐρώπης μὲν καὶ Λιβύης αἴ Ἡρακλέους στῆλαι· Λιβύης δὲ καὶ Ἀσίας ὁ Νεῖλος, οἱ δὲ ἰσθμὸν τὸν ἀπὸ Σερβωνίδος λίμνης καὶ Ἀραβίου κόλπου· Ἀσίας δὲ καὶ Εὐρώπης οἱ μὲν ἀρχαῖοι Φᾶσιν ποταμὸν καὶ τὸν ἕως Κασπίας ἰσθμὸν, οἱ δὲ ὕστερον ⟦νεώτεροι⟧ Μαιῶτιν λίμνην καὶ Τάναϊν ποταμόν.

4

Ἐκλήθησαν δ᾿ ἤπειροι ἄπειροί τινες οὖσαι δι᾿ ἄγνοιαν· Ἀσία δὲ ἀπὸ τοῦ ἆσσον εἶναι τοῖς ἀπ᾿ Εὐρώπης ἀπιοῦσι καὶ πεζῇ καὶ νήσοις στιχηδὸν κειμέναις, ὧν Εὔβοια, Ἄνδρος, Τῆνος, Μύκονος, Ἰκαρία, Σάμος, Μυκάλη· ἡ δὲ Εὐρώπη ἀπὸ τοῦ εὔρους ὠνομάσθη· Λιβύη δὲ ὑφ᾿ Ἑλλήνων ἦν ἄγνωστος πάνυ, ἀπὸ δὲ ἔθνους ἐπισήμου Φοινικῶς ὠνομάσθησαν Λίβυες, τουτέστι λέοντες· Ὠκεανὸς δὲ διὰ τὸ ὠκέως ἀνύειν κύκλῳ τὴν γῆν.

5

Δικαίαρχος δ᾿ ὁρίζει τὴν γῆν οὐχ ὕδασιν, ἀλλὰ τομῇ εὐθείᾳ ἀκράτῳ ἀπὸ Στηλῶν διὰ Σαρδοῦς, Σικελίας, Πελοποννήσου, Ἰωνίας, Καρίας, Λυκίας, Παμφυλίας, Κιλικίας, καὶ Ταύρου ἑξῆς ἕως Ἰμάου ὄρους. τῶν τοίνυν τόπων τὸ μὲν βόρειον, τὸ δὲ νότιον ὀνομάζει.

2
6

(i.e. Περὶ ἀνέμων)

Ἄνεμοι δὲ πνέουσιν ἀπὸ μὲν ἰσημερινῆς ἀνατολῆς ἀπηλιώτης, ἀπὸ δὲ ἰσημερινῆς δύσεως ζέφυρος, ἀπό δὲ μεσημβρίας νότος, ἀπὸ δὲ ἄρκτου ἀπαρκτίας, ἀπὸ δὲ τροπῆς θερινῆς καικίας, ἑξῆς δὲ ἀπ᾿ ἰσημερινῆς ἀνατολῆς ἀπηλιώτης, καὶ ἀπὸ χειμερινῆς εὖρος· δυσμικοὶ δὲ ἀπὸ μὲν δύσεως χειμερινῆς Λίψ, καὶ ἑξῆς πάλιν ἀπὸ δύσεως ἰσημερινῆς ζέφυρος, ἀπὸ δὲ δύσεως θερινῆς ἀργέστης ἤτοι Ὀλυμπίας· εἶτα νότος καὶ ἀπαρκτίας ἀντιπνέοντες. Γίνονται οὖν ὀκτώ.

7

Τιμοσθένης δὲ, ὁ γράψας τοὺς περίπλους, δώδεκά φησι, προστιθεὶς μέσον ἀπαρκτίου καὶ καικίου βορέαν, εὔρου δὲ καὶ νότου Φοίνικα τὸν καὶ εὐρόνοτον, μέσον δὲ νότου καὶ Λιβὸς τὸν λευκόνοτον ἤτοι Λιβόνοτον, μέσον δὲ ἀπαρκτίου καὶ ἀργέστου Θρασκίαν ἤτοι κίρκιον ὑπὸ τῶν περιοίκων ὀνομαζόμενον . Ἔθνη δὲ οἰκεῖν τὰ πέρατα· κατ᾿ ἀπηλιώτην Βακτριανοὺς, κατ᾿ εὖρον Ἰνδοὺς, κατὰ Φοίνικα Ἐρυθρὰν θάλασσαν καὶ Αἰθιοπίαν, κατὰ λευκόνοτον τοὺς ὑπὲρ Σύρτεις Γαράμαντας, κατὰ Λίβα Αἰθίοπας δυσμικοὺς τοὺς ὑπὲρ Μαύρους, κατὰ ζέφυρον Στήλας καὶ ἀρχὰς Λιβύης καὶ Εὐρώπης, κατ᾿ ἀργέστην Ἰβηρίαν τὴν νῦν Ἱσπανίαν, κατὰ δὲ Θρασκίαν Κελτοὺς καὶ τὰ ὅμορα, κατὰ δ᾿ ἀπαρκτίαν τοὺς ὑπὲρ Θρᾴκην Σκύθας, κατὰ βορρᾶν Πόντον, Μαιῶτιν, Σαρμάτας· κατὰ καικίαν Κασπίαν θάλασσαν καὶ Σάκας.

3
8

(i.e. Περίπλους θαλασσῶν)

Ἔστι δὲ ἡ μεγάλη Σύρτις σταδίων ͵ε, ἡ δὲ μικρὰ σταδίων ͵αχʹ, τὸ δὲ στόμα τοῦ Ἀδρίου, ὃ καλοῦσί τινες Ἰόνιον πέλαγος, ἔχει διάπλουν σταδίων ψʹ ἀπὸ ἄκρας Ἰαπυγίας ἐπὶ Κεραύνια ὄρη τῆς Ἠπείρου.

9

Διαδέχεται τὸ Αἰγαῖον <ὁ> Ἑλλήσποντος, λήγων εἰς Ἄβυδον καὶ Σηστόν· εἶτα ἡ Προποντὶς λήγει εἰς Χαλκηδόνα καὶ Βυζάντιον, ἔνθα τὰ στενὰ, ἀφ᾿ ὧν ὁ Πόντος ἄρχεται· εἶτα ἡ Μαιῶτις λίμνη. Πάλιν δ' ἀπ᾿ ἀρχῆς Εὐρώπης καὶ Λιβύης Ἰβηρικὸν τὸ ἀπὸ Στηλῶν εἰς Πυρήνην τὸ ὄρος, Λιγυστικὸν δὲ τὸ ἕως τῶν τῆς Τυρρηνίας περάτων, Σαρδῷον δὲ τὸ ὑπὲρ Σαρδὼ, νεῦον πρὸς Λιβύην κάτω, Τυρρηνικὸν δὲ τὸ μέχρι Σικελίας, ἀρχόμενον ἀπὸ τῶν Λιγυστικῆς ἄκρων· εἶτα Λιβυκὸν, εἶτα Κρητικὸν καὶ Σικελικὸν καὶ Ἰόνιον < τὸ> καὶ Ἀδριανὸν τὸ ἀνακεχυμένον ἐκ τοῦ Σικελικοῦ πελάγους, ὃν 〈---〉 καλοῦσι Κορινθιακὸν κόλπον ἤτοι Ἀλκυονίδα θάλασσαν. Τὸ Σουνίῳ καὶ Σκυλλαίῳ περιεχόμενον πέλαγος Σαρωνικὸν, εἶτα Μυρτῷον καὶ Ἰκάριον, ἐν ᾧ καὶ αἱ Κυκλάδες, εἶτα Καρπάθιον καὶ Παμφύλιον καὶ Αἰγύπτιον· ὑπὲρ δὲ τὸ Ἰκάριον ἑξῆς ἀναχεῖται τὸ Αἰγαῖον.

10

Ἔστι δὲ ὁ τῆς Εὐρώπης παράπλους ἀπὸ Τανάϊδος ποταμοῦ ἐκβολῶν ἕως Ἡρακλείων στηλῶν, σταδίων μυριάδων ἓξ καὶ ͵θψθʹ· τῆς δὲ Λιβύης ἀπὸ Τιγγὸς ἕως στόματος Κανωβικοῦ, σταδίων μυριάδων δύο καὶ ͵θσνβʹ· τῆς δ᾿ Ἀσίας, ἀπὸ Κανώβου ἕως Τανάϊδος ποταμοῦ μετὰ τῶν κόλπων ὁ παράπλους σταδίων μυριάδων δʹ καὶ ριαʹ. Ὁμοῦ ἡ χώρα ἡ παράλιος σὺν <τοῖς> κόλποις τῆς καθ᾿ ἡμᾶς οἰκουμένης σταδίων μυριάδων ιγʹ καὶ ͵θοβʹ, συμμετρουμένης τῆς Μαιώτιδος λίμνης, ἧς περίμετρος σταδίων ͵θ. τὸ δὲ στόμα, ὁ Κιμμέριος Βόσπορος, σταδίων ⸢οηʹ⸣

11

ὁ δὲ Πόντος σταδίων δισμυρίων ͵γπγʹ, ὁ δὲ Θρᾴκιος Βόσπορος, τὰ στενὰ, ὅπη Δαρεῖος ἔζευξεν ἐπὶ Σκύθας τὴν σχεδίαν, σταδίων ϛʹ.

12

Ἡ δὲ Περσικὴ θάλασσα κυκλοτερὴς οὖσα, συνάγουσα τὸ στόμα ἄκρῳ Καρμανίας καὶ Ἀραβίας, περίμετρον ἔχει μυριάδων δύο σταδίων. Ἔστι δὲ τὸ μεταξὺ στόμα Ἀραβίας καὶ Καρμανίας σταδίων υʹ.

13

Ἡ δὲ Ὑρκανία ἤτοι Κασπία θάλασσα, μηνοειδὴς οὖσα, κατὰ δέ τινας καὶ προμήκης, ἐστὶ σταδίων δισμυρίων διχιλίων· τοῦ δὲ στόματος ἔχει τὸ δίαρμα σταδίους δʹ.

14

Ὁ δὲ Ἀράβιος κόλπος, στενὸς ὢν καὶ προμήκης, ἄρχεται ἀπὸ Ἡρώων πόλεως, παρὰ τὴν Τρωγλοδυτικὴν ἕως τῆς Πτολεμαΐδος τῆς ἐπὶ θήρας, σταδίων ͵θ τὸ μῆκος· <ἐντεῦθεν δὲ ἕως τῶν κατὰ Δειρὴν στενῶν> πλοῦς σταδίων ͵δψʹ· τὰ δὲ κατὰ Δειρὴν στενὰ σταδίων ξʹ· ἔνθεν ἑξῆς πλοῦς παρὰ τὴν Ἐρυθρὰν θάλασσαν ἕως ὠκεανοῦ σταδίων ͵ε· τὸ δὲ λοιπὸν οὐ πλεῖται. Τὸ δὲ παρὰ τὴν Ἀραβίαν πλευρὰν ἀπ᾿ Αἰλανίτου μυχοῦ σταδίων μυρίων ͵δ. Αὐτὴ δὲ ἡ Ἀραβία εἰς τὴν Ἐρυθρὰν καθήκει καὶ μεμήκυται ἐπὶ σταδίων μυρίων δισχιλίων.

4
15

(i.e. Περὶ μήκους καὶ πλάτους τῆς οἰκουμένης)

Μῆκος δὲ τῆς οἰκουμένης ἀπὸ Γάγγου εἰς τὰ Γάδειρα σταδίων μυριάδων ϛʹ καὶ ͵ηφμεʹ, οὕτως· ἀπὸ μὲν Γάγγου ποταμοῦ ἕως Μυριάνδρου τῆς ἐν Ἰσσικῷ κόλπῳ σταδίων μυριάδων δʹ καὶ ͵αψκεʹ οὕτως· ἀπὸ Γάγγου ἐπὶ ἐκβολὰς Ἰνδοῦ ποταμοῦ σταδίων μυρίων ͵ϛ· ἀπὸ Ἰνδοῦ ἕως Κασπίων πυλῶν μυρίων ͵ετʹ· ἐπὶ τὸν Εὐφράτην σταδίων μυρίων νʹ· εἰς Μυρίανδρον σταδίων τοεʹ.

16

Ἀπὸ δὲ Μυριάνδρου ἐπὶ Γάδειρα σταδίων δισμυρίων ͵ϛωκʹ, οὕτως· ἀπὸ Μυριάνδρου ἐπὶ Κλεῖδας Κύπρου στάδια ͵αυʹ· ἐπὶ Ἀκάμαντα τὸ ἀκρωτήριον στάδια ͵ατʹ· ἐπὶ δὲ Χελιδονίας διὰ Παμφυλίου πελάγους στάδια ͵ατʹ· εἰς Πάταρα στάδια ωʹ· ⟦ὡς⟧ εἰς ῾Ρόδον στάδια ψʹ· εἰς Ἀστυπάλαιαν διὰ Καρπαθίου στάδια ϡμʹ· ἐπὶ Ταίναρον στάδια ͵αυνʹ· ἐπὶ Πάχυνον Σικελίας στάδια ͵δχʹ· ἐπὶ Λιλύβαιον διὰ Λιβυκοῦ πελάγους στάδια ͵αφκʹ· ἐπὶ δὲ Κάραλιν Σαρδοῦς διὰ Τυρσηνικοῦ πελάγους στάδια ͵βωʹ· ἐπὶ Γάδειρα ὑπερπλεύσαντι Γυμνησίας νήσους στάδια μύρια· ἀπὸ Γαδείρων δὲ διὰ Ἱεροῦ ἀκρωτηρίου ἐπὶ Ἀρτάβρων λιμένα στάδιοι ͵ζϡλβʹ. Ὁμοῦ γίνονται μυριάδες ζʹ καὶ ͵ϛυοζʹ.

17

Καὶ ἄλλως· ἀπὸ Γάγγου ἕως Εὐφράτου ποταμοῦ μυριάδες δʹ καὶ ͵ατνʹ· ἀπὸ Εὐφράτου εἰς Μάζακα Καππαδοκῶν στάδια ͵αϡνʹ· ἀπὸ δὲ Μαζάκων διὰ Φρυγίας τῆς παρωρείας καὶ μεγάλης <καὶ> Καρίας ἕως Ἐφέσου στάδια ͵γπϟʹ. Ὁμοῦ ἀπὸ Γάγγου εἰς Ἔφεσον σταδίων μυριάδες δʹ καὶ ͵ζσϟʹ· ἀπὸ δὲ Ἐφέσου εἰς Δῆλον διὰ τοῦ Αἰγαίου στάδια ͵αχʹ· ἐπὶ Ἰσθμὸν στάδια ͵αψʹ· ἀπ᾿Ἰσθμοῦ διὰ Κορινθίου κόλπου εἰς Πάτρας στάδια ψκʹ· ἐπὶ Λευκάδα στάδια ψʹ· ἐπὶ Κόρκυραν στάδια ψʹ· ἐπ᾿ Ἀκροκεραύνια ὄρη στάδια χξʹ· ἐπὶ Βρεντέσιον στάδια ψʹ· ἀπὸ Βρεντεσίου πεζῇ ὁδεύοντι ἕως Ῥώμης στάδια ͵βωπʹ· ἀπὸ Ῥώμης ἐπὶ τὰς Ἄλπεις ἕως Σκιγγομάγου ὑπὸ ταῖς Ἄλπεσιν οὔσης στάδια ͵δρνβʹ· εἶτα διὰ Κελτικῆς ἕως πόλεως Ἰλλιβίρρεως στάδια ͵γψμζʹ· ἀπὸ Ἰλλιβίρρεως διὰ τῶν πανδοκείων ἕως Γαδείρων στάδια ͵ϛχναʹ, καὶ ὁ διάπλους ἐπὶ Γάδειρα στάδια ξʹ. Ὁμοῦ ἀπὸ Γάγγου εἰς Γάδειρα σταδίων μυριάδες ζʹ καὶ ͵αφξʹ.

18

Πλάτος δὲ τῆς οἰκουμένης ἀπὸ τῆς Αἰθιοπικῆς θαλάσσης ἐπὶ Μερόην σταδίων ͵ε· ἀπὸ Μερόης εἰς Ἀλεξάνδρειαν σταδίων μυρίων· ἀπὸ δὲ Ἀλεξανδρείας ἐπὶ Τάναϊν μυρίων ͵ηνϛʹ (τὰ γὰρ ἄνω τῶν ἐκβολῶν τοῦ Τανάϊδος ἀγνοεῖται εἰς βορρᾶν), οὕτως· ἀπὸ Ἀλεξανδρείας εἰς Λίνδον Ῥόδου στάδια ͵δφʹ· ἐπὶ τὸ Θοάντειον, δεξιὸν παραπλέοντι Ῥόδον, στάδια υʹ· ἐπὶ Τῆλον στάδια σξʹ· ἐπὶ Λακτῆρα τῆς Κῴας στάδια τκʹ· ἐπὶ Δρέπανον Κῴας στάδια ρʹ· ἐπ᾿ Ἀρκῖτιν νῆσον στάδια τλʹ· ἐπὶ Κορσίας στάδια ρʹ· ἐπὶ Σαμίων Ἄμπελον στάδια λʹ· ἐπὶ τὸ ⟦Αἰγαῖον⟧ Ἄργεννον διὰ τοῦ Αἰγαίου στάδια φʹ· ἐπὶ τὸ Ἐρυθραῖον Κορυναῖον στάδια κεʹ· ἐπὶ Φλίον, ἄκρον Χίου, στάδια νʹ· ἐπὶ Μελανέα, ἄκρον Λέσβου, στάδια υνʹ· ἐπὶ Σίγριον Λέσβου στάδια φʹ· εἰς Τένεδον νῆσον στάδια υνʹ· εἰς Σίγειον στάδια ρʹ· ἐπὶ στόμα Πόντου στάδια βφʹ· ἐπὶ Κάραμβιν στάδια ͵βωʹ· ἐπὶ στόμα Μαιώτιδος στάδια βφʹ· ἐπὶ Τάναϊν στάδια ͵βσ.

19

ἄλλως, ἀπὸ πόλεως εἰς πόλιν· ἀπὸ Ἀλεξανδρείας εἰς Ῥόδον στάδια ͵δχοʹ· εἰς Κνίδον στάδια ψʹ· εἰς Κῶ στάδια σʹ· εἰς Σάμον στάδια ωʹ· εἰς Χίον στάδια ψνʹ· εἰς Μυτιλήνην στάδια φκʹ· εἰς Τένεδον στάδια ϡνʹ· εἰς Σίγειον ρʹ· ἐπὶ τὸ στόμα Πόντου ͵βφʹ· ἐπὶ Κάραμβιν ͵βωʹ· εἰς στόμα Μαιώτιδος ͵βφʹ· ἐπὶ Τάναϊν ποταμὸν ͵βσʹ. Ὁμοῦ ἀπὸ Ἀλεξανδρείας ἕως Τανάϊδος στάδια μύρια ͵ηχϟʹ.

5
20

(i.e. Τῶν νήσων ἀναμέτρησις)

Λοιπὸν δὲ ἐροῦμεν τῶν καθ᾿ ἡμᾶς νήσων τὰς περιμέτρους, λαβόντες παρὰ Ἀρτεμιδώρου καὶ Μενίππου καὶ ἑτέρων ἀξιοπίστων. Γάδειρα μῆκος σταδίων ρηʹ, πλάτος σταδίων ιϛʹ· ὁ δὲ καθ᾿ Ἡρακλείους στήλας πορθμὸς στενότατός ἐστι σταδίων πʹ. ἐν δὲ τῷ Ἰβηρικῷ πελάγει νῆσοι Πιτυοῦσα ἡ μείζων καὶ οἰκουμένη σταδίων τʹ τὸ μῆκος, ἡ δὲ ἐλάττων σταδίων ρʹ. τῶν δὲ Γυμνησίων, ἃς Καρχηδόνιοι Βαλιαρίδας καλοῦσιν (οἱ γὰρ σφενδονῆται οὕτω καλοῦνται ⟦οἱ⟧ Βαλιαρεῖς), ἡ μείζων μῆκος ἔχει σταδίων ͵ασʹ, πλάτος σταδίων υʹ· ἡ ἐλάττων σταδίων τʹ. αἱ δὲ Στοιχάδες αἱ φερώνυμοι ἑξῆς ἐπ᾿ εὐθείας κεῖνται πρὸ τῶν Μασσαλιακῶν πόλεων· αἱ μὲν μείζους τρεῖς, δύο δὲ μικραὶ αὐτῆς ἐγγὺς Μασσαλίας. ἡ δὲ Σαρδὼ ἔχει σχῆμα ὡς ποδὸς ἴχνος, μεσόκοιλος· τὸ μῆκος ͵βσʹ. Κύρνος ἐγγὺς Σαρδοῦς, πολλῷ δὲ ἀγεννεστέρα, ἔλαττον ἢ ἥμισυ τῆς Σαρδοῦς μῆκος ἔχει. ἀφετήριον δ᾿ εἰς Σαρδὼ καὶ Κύρνον Ποπουλώνιον τῆς Τυρσηνίας· τὸ δὲ δίαρμα σταδίων ͵βσʹ. τῆς Σικελίας κατὰ Τιμοσθένην περίμετρος σταδίων ͵δψμʹ, σχῆμα τρίγωνον σκαληνοειδές. δίαρμα δ᾿ ἔχει ἀπὸ Πελώρου ἄκρου εἰς Ἰταλίαν σταδίων ιαʹ πορθμόν· πλευρὰ νήσου ἀπὸ Πελώρου εἰς Πάχυνον στάδια ͵ατξʹ· ἀπὸ Παχύνου εἰς Λιλύβαιον στάδια ͵αχʹ· κατὰ Τιμοσθένην ἀπὸ Λιλυβαίου εἰς Πελωριάδα στάδια αψʹ· ἀπὸ Λιλυβαίου διάπλους εἰς Ἀσπίδα τῆς Λιβύης ἐγγὺς στάδια ͵αχʹ.

21

Κέρκινα νῆσος μῆκος σʹ , πλάτος οʹ, ὅπου δὲ στενοτάτη στάδια μʹ. ὑπέρκειται δὲ πόλεως ἠπειρωτικῆς Θεήνης, ἣ κεῖται τῆς μικρᾶς Σύρτιδος ἐπὶ τῆς ἀρχῆς. τῇ δὲ Κερκίνῃ παράκειται νῆσος Κερκινῖτις γεφύρᾳ ζευχθεῖσα, μῆκος στάδια μʹ, πλάτος δὲ στάδια κεʹ.

22

ἀπὸ Κερκίνης ἐπὶ νῆσον Μήνιγγα τὴν Λωτοφαγῖτιν ὁ διάπλους στάδια χʹ, ὅσον τῆς μικρᾶς Σύρτιδος λέγεται τὸ στόμα. ἡ δὲ Μῆνιγξ μῆκος σταδίων σʹ, πλάτος σταδίων ρπʹ. μεγάλαι δ᾿ εἰσὶν περὶ αὐτὴν παλίρροιαι.

23

Κεφαλληνία νῆσος τετράπολις μῆκος σταδίων υʹ. εἰσὶ δὲ καὶ ἐν τῷ Ἀδρίᾳ νῆσοι παρὰ τὴν Ἰλλυρίδα, ὧν ἐπισημότεραι Ἴσση καὶ ἡ Μέλαινα Κόρκυρα καὶ Φάρος καὶ Μελίτη, ὧν ἀγνοῶ τὰς περιμέτρους.

24

Πελοποννήσου δὲ ὁ περίπλους καὶ τῶν κόλπων συμμετρουμένων στάδια ͵εχκζʹ, χωρὶς δὲ τοῦ κατακολπίσαι ὁ περίπλους στάδια ͵δ. μῆκος δὲ ἀπὸ Μαλέας ἕως Αἰγίου στάδια ͵αυʹ. ἔχει δὲ ὅμοιον σχῆμα φύλλῳ πλατάνου, κόλποις μεγάλοις τεμνομένη. συνάγεται μὲν εἰς τὸν Κορινθίων Ἰσθμὸν, πλάτος σταδίων μʹ, ὑπὸ τοῦ Κορινθίου κόλπου καὶ τοῦ Σαρωνικοῦ· ὁ δὲ Σαρωνικὸς κόλπος διήκει ἐπὶ τὸ Σούνιον ἄκρον ἐξ εὐωνύμων καὶ ἐπὶ τὸ Σκύλλαιον ἄκρον ἐκ δεξιῶν , ἔνθα πρόκειται νῆσος Καλαυρία Ποσειδῶνος ἱερά. Ἑξῆς δὲ ὁ Ἀργολικὸς κόλπος μέχρι Μαλέας ἄκρου, ὅ πολὺ προπέπτωκεν εἰς <τὸ> πέλαγος. ⟦Εἶτα ὁ Ἑρμιονικὸς κόλπος. ⟧ Ἑξῆς δὲ μετὰ Μαλέαν Λακωνικὸς κόλπος ἕως Ταινάρου ἐκ δεξιῶν, ὅπερ ὀρίζει ἐξ εὐωνύμων τὸν Μεσσηνιακὸν κόλπον, οὗ ἐκ δεξιῶν Ἀκρίτας ἄκρα. εἶτα προπέπτωκεν ἄκρον Ἰχθὺς, καθ᾿ ὃν κεῖται Ζάκυνθος, καὶ ἕτερον ὁ Χελωνάτας· τελευταῖον δὲ ἄκρον Ἄραξος ἀντιπρόσωπον Ἀκαρνανίᾳ· μεθ᾿ ὃν ὁ Κορινθιακὸς ἀναχεῖται κόλπος, ζʹ σταδίων συγκλειόμενος στόματι κατὰ τὸ Ῥίον ἄκρον, ὅ ἔστι τῆς Πελοποννήσου, τὸ δ᾿ Ἀντίρριον Λοκρίδος. ἀπὸ Ταινάρου ἐπὶ Φυκοῦντα Λιβύης τὸ δίαρμα στάδια ͵γ.

25

Αἴγινα νῆσος προμήκης στάδια ρξʹ· ἐξ ἐναντίας κεῖται τῆς Ἀττικῆς. Σαλαμὶς μῆκος στάδια οʹ· ἡ Κεία ρκʹ. τῶν δὲ Κυκλάδων κρατίστη ἐστὶν ἡ Νάξος· διὸ μικρὰ λέγεται Σικελία. ἐκ δεξιῶν δὲ αἱ Σποράδες. ἡ δὲ Εὔβοια γεφύρᾳ πρὸς τὴν Βοιωτίαν ἔζευκται· παρατείνει δὲ Βοιωτίαν, Φωκίδα, Λοκροὺς, ἐκ δὲ θατέρου ἐπί ποσὸν καὶ τὴn Ἀττικήν· ἔστι γὰρ μακρά, διὸ Μάκρις ὠνομάσθη, μῆκος σταδίων ͵αψʹ.

26

ἡ δὲ Κρήτη κατὰ Μαλέαν πλησιάζει Πελοποννήσῳ· περίμετρος δὲ αὐτῆς σταδίων ͵δρʹ, μῆκος ͵βτʹ· κατὰ πολὺ γὰρ μεμήκυται. Κύθηρα μέσον Κρήτης καὶ Λακωνικῆς. Κύπρος βύρσῃ τὸ σχῆμα ὁμοία· περίπλους στάδια ͵γυκʹ, μῆκος δὲ ͵ατʹ. ἀπὸ Πάφου εἰς Ἀλεξάνδρειαν δίαρμα βορέου σταδίων ͵γωʹ. Ῥόδου περίμετρος στάδια ͵ατʹ· Κῶ περίμετρος στάδια φνʹ· Σάμος στάδια χλʹ. Ἰκαρία δέ ἐστὶ μακρὰ, τραχεῖα, μῆκος σταδίων τʹ. Χίου περίμετρος στάδια χξʹ, Λέσβου περίμετρος στάδ ͵αρʹ.